Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.60 Dem. 24.62 (English) >>Dem. 24.65

24.61πολλοὺς δʼ ἄν τις ἔχοι νόμους ἔτι καὶ καλῶς ἔχοντας δεικνύναι, οἷς πᾶσιν ἐναντίος ἐστὶν ὃν οὗτος τέθηκεν. ἀλλʼ ἴσως ἐγὼ μέν, εἰ περὶ πάντων ἐρῶ, ἐξωσθήσομαι περὶ τοῦ μηδʼ ἐπιτήδειον ὅλως ὑμῖν εἶναι τὸν νόμον εἰπεῖν, ὑμῖν δʼ ὁμοίως ἔνοχος φανεῖται τῇ γραφῇ, καὶ εἰ ἑνὶ τῶν ὄντων νόμων ἐναντίος ἐστίν. πῶς οὖν μοι δοκεῖ; τοὺς μὲν ἄλλους ἐᾶν, περὶ δʼ οὗ πρότερόν ποτʼ αὐτὸς οὗτος ἔθηκεν νόμου διελθόντʼ ἐπʼ ἐκεῖνʼ ἰέναι τὸ μέρος τῆς κατηγορίας ἤδη, ὡς καὶ μεγάλʼ ἂν βλάπτοι γενόμενος κύριος τὴν πόλιν. 24.62τὸ μὲν οὖν τοῖς τῶν ἄλλων ἐναντίον εἰσενηνοχέναι νόμον δεινὸν μέν, ἀλλʼ ἄλλου δεῖται κατηγόρου· τὸ δʼ ὑφʼ αὑτοῦ πρότερον κειμένῳ νόμῳ τἀναντία θεῖναι, τοῦτʼ ἤδη ποιεῖ κατήγορον αὐτὸν αὑτοῦ γεγενῆσθαι. ἵνʼ οὖν τοῦτʼ εἰδῆτε γιγνόμενον, ἀναγνώσεται τὸν νόμον ὑμῖν αὐτὸν ὃν οὗτος ἔθηκεν· ἐγὼ δὲ σιωπήσομαι. λέγε. 24.63Νόμος

Τιμοκράτης εἶπεν· ὁπόσοι Ἀθηναίων κατʼ εἰσαγγελίαν ἐκ τῆς βουλῆς νῦν εἰσιν ἐν τῷ δεσμωτηρίῳ τὸ λοιπὸν κατατεθῶσι, καὶ μὴ παραδοθῇ κατάγνωσις αὐτῶν τοῖς θεσμοθέταις ὑπὸ τοῦ γραμματέως τοῦ κατὰ πρυτανείαν κατὰ τὸν εἰσαγγελτικὸν νόμον, δεδόχθαι τοῖς νομοθέταις εἰσάγειν τοὺς ἕνδεκα εἰς τὸ δικαστήριον τριάκονθʼ ἡμερῶν ἀφʼ ἧς ἂν παραλάβωσιν, ἐὰν μή τι δημοσίᾳ κωλύῃ, ἐὰν δὲ μή, ὅταν πρῶτον οἷόν τʼ . κατηγορεῖν δʼ Ἀθηναίων τὸν βουλόμενον οἷς ἔξεστιν. ἐὰν δʼ ἁλῷ, τιμάτω ἡλιαία περὶ αὐτοῦ τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἀποτεῖσαι. ἐὰν δʼ ἀργυρίου τιμηθῇ, δεδέσθω τέως ἂν ἐκτείσῃ τι ἂν αὐτοῦ καταγνωσθῇ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.60 Dem. 24.62 (English) >>Dem. 24.65

Powered by PhiloLogic